Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.44.2 | Hdt. 9.45.3 (English) | >>Hdt. 9.47.1 |
9.45.2 αὐτός τε γὰρ Ἕλλην γένος εἰμὶ τὠρχαῖον καὶ ἀντʼ ἐλευθέρης δεδουλωμένην οὐκ ἂν ἐθέλοιμι ὁρᾶν τὴν Ἑλλάδα . λέγω δὲ ὦν ὅτι Μαρδονίῳ τε καὶ τῇ στρατιῇ τὰ σφάγια οὐ δύναται καταθύμια γενέσθαι · πάλαι γὰρ ἂν ἐμάχεσθε . νῦν δέ οἱ δέδοκται τὰ μὲν σφάγια ἐᾶν χαίρειν , ἅμʼ ἡμέρῃ δὲ διαφωσκούσῃ συμβολὴν ποιέεσθαι · καταρρώδηκε γὰρ μὴ πλεῦνες συλλεχθῆτε , ὡς ἐγὼ εἰκάζω . πρὸς ταῦτα ἑτοιμάζεσθε . ἢν δὲ ἄρα ὑπερβάληται τὴν συμβολὴν Μαρδόνιος καὶ μὴ ποιέηται , λιπαρέετε μένοντες · ὀλιγέων γάρ σφι ἡμερέων λείπεται σιτία .
9.45.3 ἢν δὲ ὑμῖν ὁ πόλεμος ὅδε κατὰ νόον τελευτήσῃ , μνησθῆναί τινα χρὴ καὶ ἐμεῦ ἐλευθερώσιος πέρι , ὃς Ἑλλήνων εἵνεκα οὕτω ἔργον παράβολον ἔργασμαι ὑπὸ προθυμίης , ἐθέλων ὑμῖν δηλῶσαι τὴν διάνοιαν τὴν Μαρδονίου , ἵνα μὴ ἐπιπέσωσι ὑμῖν ἐξαίφνης οἱ βάρβαροι μὴ προσδεκομένοισί κω . εἰμὶ δὲ Ἀλέξανδρος ὁ Μακεδών .” ὁ μὲν ταῦτα εἴπας ἀπήλαυνε ὀπίσω ἐς τὸ στρατόπεδον καὶ τὴν ἑωυτοῦ τάξιν .
ch. 46
9.46.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.44.2 | Hdt. 9.45.3 (English) | >>Hdt. 9.47.1 |